Κυριακή 5 Μαΐου 2024

HOAX - ΤΟ "ΔΕΝ ΥΠΗΡΧΕ Ο ΌΡΟΣ 12 ΘΕΟΙ ΣΤΗΝ ΑΡΧΑΊΑ ΕΛΛΆΔΑ"

 Βλέπουμε το τελευταίο διάστημα να επικρατεί μια άποψη στο διαδίκτυο περί του "δέν υπήρχε ο όρος 12 θεοί στην αρχαία Ελλάδα".

Παραθέτουμε πηγές απο αρχαία κείμενα όπου έχουν γίνει αναφορές για 12 θεούς.


ΑΠΟ ΤΗΝ ΕΡΕΥΝΑ ΜΑΣ ΠΡΟΚΥΠΤΕΙΟΤΙ Ο ΟΡΟΣ "12 ΘΕΟΙ" ΣΤΗΝ ΑΡΧΑΙΑ ΕΛΛΑΔΑ ΥΠΗΡΧΕ ΚΑΙ Η ΦΉΜΗ ΠΟΥ ΔΙΑΔΙΔΕΤΑΙ ΕΙΝΑΙ HOAX !!!


Πηγες :


περί του: "δεν υπήρχε ο όρος "Δώδεκα θεοί" πριν τον 19ο αιώνα"

……………………………………..


Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα Θεῶν οὕτως εἴρηνταί τε καὶ ὕμνηνται.


Sallustius Phil., De deis et mundo (2049: 001)�“Saloustios. Des dieux et du monde”, Ed. Rochefort, G.�Paris: Les Belles Lettres, 1960.�Chapter 6, section 5, line 8�

……………………………………..


αὕτη μὲν οὖν ἄνωθεν ἡ δουλεία ποθὲν καὶ ἴσως ἐξ οὐρανοῦ. χρὴ γὰρ οἴεσθαι καὶ τῇ Τύχῃ κεῖσθαι ἐν οὐρανῷ θρόνον, εἰ καὶ μὴ ἐν τοῖς δώδεκα θεοῖς ἠρίθμηται.


Libanius Rhet., Soph., Orationes 1–64 (2200: 004)�“Libanii opera, vols. 1–4”, Ed. Foerster, R.�Leipzig: Teubner, 1.1–1.2:1903; 2:1904; 3:1906; 4:1908, Repr. 1997.�Oration 25, section 13, line 12


……………………………………..


τοὺς μὲν οὖν πολλοὺς τούτους ἐκ τῶν θεάτρων ἔστιν ἑλεῖν σοι, τοὺς δ' εἰ μὴ τῶν ἀρχόντων ἄρχοιεν ἀγανακτοῦντας διὰ τῶν τὰ παρ' ἐκείνων ἐν παραβύστῳ πραττόμενα οὐκ ἀγνοούντων, ἃ εἴ τις εἰς φῶς ἄγοι, τῶν δώδεκα θεῶν δέοιντ' ἂν εἰς σωτηρίαν.


Libanius Rhet., Soph., Orationes 1-64 �Oration 26, section 11, line 5


……………………………………..

 

ἱερά τε θεῶν πλεῖστα τὰ μὲν αὐτὸς ἀνεστήσατο, τὰ δὲ καὶ πρὶν ὄντα ἐπεκόσμησεν· τὸν γὰρ πρὸς τῇ ἄκρᾳ τῆς Ποντικῆς θαλάσσης κείμενον ναόν, ὃν Ἰάσων ποτὲ τοῖς δώδεκα θεοῖς καθιέρωσε, κατηρειπωμένον ἀνήγειρε καὶ τὸν ἐπὶ τῷ Φρίξου λεγομένῳ λιμένι τῆς Ἀρτέμιδος οἶκον ἀνεκαίνισεν.


Hesychius Illustrius Hist., Patria Constantinopoleos (= liber vi operis Historia Romana atque omnigena) (fort. epitome) (2274: 005)�“Scriptores originum Constantinopolitanarum, pt. 1”, Ed. Preger, T.�Leipzig: Teubner, 1901, Repr. 1975.�Section 33, line 4


……………………………………..


(33) ἱερά τε θεῶν πλεῖστα, τὰ μὲν αὐτὸς ἀνεστήσατο, τὰ δὲ καὶ πρὶν ὄντα ἐπεκόσμησε· τὸν γὰρ πρὸς τῇ ἄκρᾳ τῆς Προποντίδος θαλάσσης κείμενον ναὸν, ὃν Ἰάσων ποτὲ τοῖς δώδεκα θεοῖς καθιέρωσε, κατηρειπωμένον ἀνήγειρε, καὶ τὸν ἐπὶ τῷ Φρίξου λεγομένῳ λιμένι τῆς Ἀρτέμιδος οἶκον ἀνεκαίνισεν.


Hesychius Illustrius Hist., Fragmenta (2274: 007)�“FHG 4”, Ed. Müller, K.�Paris: Didot, 1841–1870.�Fragment 4, line 234�

……………………………………..


οἷς δὴ καὶ ἡ ψυχὴ ἑαυτὴν ἐπιδοῦσα, τότε καὶ αὐτὴ τὸ πᾶν ἐπιτροπεύει καὶ ἀνάγεται ἐπὶ τὸ νοητὸν καὶ θεωρεῖ τὰ ἔξω τοῦ οὐρανοῦ, ἀφισταμένη δὲ αὐτῶν φέρεται κάτω. Ζητητέον δὲ ἐν τούτοις τίς ὁ Ζεὺς καὶ τίνες οἱ δώδεκα θεοί.


Hermias Phil., In Platonis Phaedrum scholia (2317: 001)�“Hermeias von Alexandrien. In Platonis Phaedrum scholia”, Ed. Couvreur, P.�Paris: Bouillon, 1901, Repr. 1971.�Page 135, line 26

 

……………………………………..


Τῶν οὖν ἐν τοῖς δώδεκα θεοῖς τριῶν τῶν τὸ εἶναι παρεχόντων ὁ πρῶτός ἐστι Ζεύς· ὥσπερ γὰρ μετὰ τὴν πρώτην καὶ ἐξῃρημένην μονάδα τὴν δίιον ἐν τῇ ἑξῆς τριάδι πάσῃ οὔσῃ διίᾳ ὁ πρώτιστος τῶν τριῶν τῷ τοῦ Διὸς ὀνόματι προςαγορεύεται, τῶν δὲ ἄλλων ἐνήλλαξε τὰ ὀνόματα ἡ θεολογία, τὸν μὲν Ποσειδῶνα, τὸν δὲ Πλούτωνα καλέσασα· οὕτως τῶν δώδεκα θεῶν ὄντων πάντων διίων ὁ πρώτιστος αὐτῶν τῷ τοῦ Διὸς ὀνόματι προσαγορεύεται·


Hermias Phil., In Platonis Phaedrum scholia �Page 137, line 7�

……………………………………..


Ἔφησε γὰρ ἐν τῷ <Τιμαίῳ> ὅτι κατ' οἰκειότητα τὰς ψυχὰς εἰς θεοὺς διένειμεν ὁ δημιουργὸς, λέγων ὅτι τὰς μὲν <ἔσπειρεν εἰς γῆν>, τὰς δὲ εἰς ἥλιον· εἶπε δὲ ἐνταῦθα καὶ περὶ τῶν ἐννέα βίων, εἶπε καὶ περὶ τῶν δώδεκα θεῶν, συμβολικῶς τὸ πᾶν πλῆθος περιλαμβάνων·


Hermias Phil., In Platonis Phaedrum scholia �Page 188, line 25


……………………………………..


Τὰ Πλατωνικὰ ταῦτα ῥητά ‘ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δ' ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη’ καὶ πρότερόν μοι προεβλήθη παρά του τῶν λογίων καὶ ἔτυχε διαίτης καὶ ἐξηγήσεως. καὶ ἔστιν ἐπιστολὴ ἐμὴ ἐν τοῖς ἐμοῖς κειμένη βιβλίοις τὸν ἐν τοῖς ῥητοῖς ἀνιχνεύσασα νοῦν καὶ ἐξακριβώσασα. οὐδὲν δὲ χεῖρον καὶ αὖθις περὶ τούτων εἰπεῖν καὶ διερμηνεῦσαι, τίς μὲν ὁ Ζεύς, τίνες δὲ οἱ δώδεκα θεοί, τίς δὲ ἡ ἀκίνητος Ἑστία μὴ συνεπομένη τῇ στρατιᾷ τῶν λοιπῶν θεῶν.


Michael Psellus Polyhist., Opuscula psychologica, theologica, daemonologica (2702: 011)�“Michaelis Pselli philosophica minora, vol. 2”, Ed. O'Meara, D.J.�Leipzig: Teubner, 1989.�Page 12, line 10

 

……………………………………..

 

ἀλλ' ὁ κατάξας ταύτην φιλόσοφος τὴν τέως τοῖς δώδεκα θεοῖς συντρέχουσαν ἐν τῷ Περὶ ψυχῆς ἐντεῦθεν ἐκεῖσε ἀνήγαγεν, ἀσκητικὰ ταύτῃ πτερὰ περιθέμενος καὶ τοῦ σώματος  ἀπολύσας διὰ τῆς τῶν παθῶν ἀποχῆς.


Michael Psellus Polyhist., Opuscula psychologica, theologica, daemonologica �Page 84, line 5


……………………………………..


ἱερόν ἐστι τῶν δώδεκα θεῶν ἐν Βοσπόρῳ.


Pseudo-Zonaras Lexicogr., Lexicon (3136: 001)�“Iohannis Zonarae lexicon ex tribus codicibus manuscriptis, 2 vols.”, Ed. Tittmann, J.A.H.�Leipzig: Crusius, 1808, Repr. 1967.�Alphabetic letter epsilon, page 931, line 27�

……………………………………..


ὡς ἐν τούτῳ ‘λαβεῖν μὲν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρὰ Ἄρεως, δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί’


Syrianus Phil., Commentarium in Hermogenis librum περὶ ἰδεῶν (4017: 002)�“Syriani in Hermogenem commentaria, vol. 1”, Ed. Rabe, H.�Leipzig: Teubner, 1892.�Page 76, line 6


……………………………………..


Παραιτησάμενοι δὲ τὰς διακένους ὑπονοίας τῶν ἐξηγητῶν, ἃς καὶ <Πορφύριος> ἀπεσκευάσατο, πολλὴν καὶ διωλύγιον φλυαρίαν ἐπεισαγαγόντων διὰ τῆς δωδεκάδος, τῶν μὲν εἰς τὸν ζῳδιακόν, τῶν δὲ εἰς τοὺς μῆνας, τῶν δὲ εἰς τοὺς δώδεκα θεοὺς ἀναφερόντων τὸν ἀριθμόν, καὶ πιστουμένων οἰκεῖον οὕτως αὐτὸν εἶναι ταῖς εἰς γένεσιν ἰούσαις ψυχαῖς, εἰ δεῖ καὶ εἰς τὴν ζωὴν αὐτὸν τῶν ψυχῶν ἀναπέμπειν, ἄλλον τρόπον ἡμεῖς τὴν θεωρίαν μέτιμεν, τὴν τοῦδε τοῦ ἀριθμοῦ συγγένειαν αἰτιώμενοι πρὸς τὴν ὅλην περίοδον τῶν ψυχῶν.


Proclus Phil., In Platonis rem publicam commentarii (4036: 001)�“Procli Diadochi in Platonis rem publicam commentarii, 2 vols.”, Ed. Kroll, W.�Leipzig: Teubner, 1:1899; 2:1901, Repr. 1965.�Volume 2, page 120, line 19


……………………………………..


Λέγονται τοίνυν ἐν τῷ Φαίδρῳ δώδεκα τῶν ὅλων ἡγεμόνες προεστάναι, πάντας μὲν τοὺς ἐγκοσμίους θεούς, πάσας δὲ τὰς τῶν δαιμόνων ἀγέλας ποδηγετοῦντες καὶ ἐπὶ τὴν νοητὴν ἱέμενοι φύσιν. Τούτων δὲ τῶν δώδεκα θεῶν ἡγεῖσθαι πάντων <τὸν Δία, πτηνὸν ἅρμα ἐλαύνοντα> καὶ <διακοσμοῦντα πάντα καὶ ἐπιμελούμενον,> καὶ ἀνάγειν πᾶσαν <τὴν ἑπομένην> αὐτῷ <στρατιάν,> πρῶτον μὲν εἰς τὴν <ἐντὸς οὐρανοῦ> περιωπὴν καὶ <τὰς μακαρίας> τῶν ἐκεῖ νοουμένων <θέας τε καὶ διεξόδους·> ἔπειτα εἰς <τὴν ὑπουράνιον ἁψῖδα> προσεχῶς ὑπεζωκυῖαν τὸν οὐρανὸν καὶ ἐν αὐτῷ περιεχομένην· καὶ μετὰ ταύτην εἰς αὐτὸν τὸν οὐρανὸν καὶ <τὸ τοῦ οὐρανοῦ νῶτον,> οὗ δὴ καὶ <ἵστασθαι> τὰς θείας ψυχὰς καὶ συμπεριφερομένας τῷ οὐρανῷ θεωρεῖν τὴν ἐπέκεινα πᾶσαν οὐσίαν.


Proclus Phil., Theologia Platonica (lib. 1–5) (4036: 004)�“Proclus. Théologie platonicienne, vols. 1–5”, Ed. Saffrey, D., Westerink, L.G.�Paris: Les Belles Lettres, 1:1968; 2:1974; 3:1978; 4:1981; 5:1987.�Volume 4, page 18, line 4


……………………………………..


Διὰ ταῦτα δὴ οὖν καὶ ὁ Σωκράτης μικρὸν προελθὼν τὰς ἀναγομένας μετὰ τῶν δώδεκα θεῶν ψυχὰς ἐπὶ τὸ νοητὸν κάλλος <τελεῖσθαί> φησι <τὴν τῶν τελετῶν μακαριωτάτην> καὶ διὰ τῆς τελετῆς ταύτης <μυεῖσθαι καὶ ἐποπτεύειν> τὰ ἄρρητα.


Proclus Phil., Theologia Platonica (lib. 1-5) �Volume 4, page 73, line 2�

……………………………………..


ἡ μὲν γάρ ἐστιν αὐτῶν διάκρισις κατὰ τοὺς δώδεκα θεοὺς τοὺς ὑπερουρανίους, ἡ δὲ κατὰ πάσας τὰς ἰδιότητας τῶν ἐν τῷ κόσμῳ θεῶν·


Proclus Phil., In Platonis Alcibiadem i (4036: 007)�“Proclus Diadochus. Commentary on the first Alcibiades of Plato”, Ed. Westerink, L.G.�Amsterdam: North–Holland, 1954.�Section 68, line 14


……………………………………..


ὡς γὰρ ἐν οὐρανῷ τοὺς πόλους ὑπὸ τῆς Ἑστίας συνέχεσθαί φαμεν, οὕτως ἐν τοῖς στοιχείοις τὴν γῆν, καὶ ἔστιν ἀνὰ λόγον ὡς ἡ ὑπερκόσμιος Ἑστία πρὸς τὸν μέγαν ἡγεμόνα τῶν δώδεκα θεῶν, οὕτως ἐν τοῖς ἐγκοσμίοις ἡ γῆ πρὸς τὸν οὐρανόν. εἰ δὲ δὴ καὶ πρὸς <τὸν Πυθαγόρειον Τίμαιον> [97 D] ἀποβλέψαιμεν, ἔτι μᾶλλον οὐκ ἂν ὑπολάβοιμεν κινεῖσθαι τὴν γῆν·


Proclus Phil., In Platonis Timaeum commentaria (4036: 010)�“Procli Diadochi in Platonis Timaeum commentaria, 3 vols.”, Ed. Diehl


……………………………………..


καὶ γὰρ αὐτοὶ κατὰ τὴν πρὸς τοὺς θεοὺς τάξιν εἰσὶ θεοί, μετέχοντες ἀδιαιρέτως τῆς ἐκείνων ἰδιότητος. οὕτω τοι καὶ <ἐν Φαίδρῳ> [246 E] <θεῶν καὶ δαιμόνων> ἡγεμόνας εἰπὼν τοὺς δώδεκα θεοὺς ὅμως τοὺς ἑπομένους ἅπαντας θεοὺς ἀπεκάλεσεν ἐπενεγκών [247 E]· <καὶ οὗτος μὲν θεῶν βίος>. πάντες οὖν εἰσι <θεοὶ θεῶν>, ὡς συμπεπλεγμένον ἔχοντες τῷ ἀφανεῖ τὸ ἐμφανὲς καὶ τῷ ὑπερκοσμίῳ τὸ ἐγκόσμιον.


Proclus Phil., In Platonis Timaeum commentaria �Volume 3, page 204, line 27


……………………………………..


ὥσπερ οὖν αὗται αἱ ἐγκόσμιοι ψυχαὶ διὰ τῶν δώδεκα θεῶν ἀνίασιν ἐπὶ τὸν ὑπερουράνιον τόπον, οὕτω δὴ καὶ αἱ μερικαὶ διὰ τῶν θείων ψυχῶν· ἥνωνται γὰρ πρὸς αὐτὰς κατὰ τὴν ὑπερκόσμιον σύνταξιν, ἣν ‘διανομὴν’ ὁ Τίμαιος ἀπεκάλεσεν, ὡς κατὰ τὸν θεῖον νόμον γιγνομένην, ὃς τῷ Διὶ συνίδρυται, καθάπερ <ἐν τῷ Γοργίᾳ> [523] γέγραπται, καὶ μετ' αὐτοῦ διακοσμεῖ τὰς ἐν τῷ κόσμῳ τάξεις τάς τε ὁλικωτέρας καὶ τὰς μερικωτέρας.


Proclus Phil., In Platonis Timaeum commentaria �Volume 3, page 264, line 4


……………………………………..


Πλάτων δὲ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δ' ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. Εἰ δὲ τοὺς καταψηφιζομένους τοῖς ἵπποις ἀπεικάζων τοῖς λακτίζουσιν ἰσχυρόν τι λέγειν καθ' ὧν ἡ ψῆφος οἴεται, ταχύ γ' ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ' ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν.


Photius Lexicogr., Scr. Eccl., Theol., Bibliotheca (4040: 001)�“Photius. Bibliothèque, 8 vols.”, Ed. Henry, R.�Paris: Les Belles Lettres, 1:1959; 2:1960; 3:1962; 4:1965; 5:1967; 6:1971; 7:1974; 8:1977.


……………………………………..


Καίτοι ἐκ τῶν τεσσάρων στοιχείων καὶ ὁ οὐρανός, ὥστε σφαῖρα· εἰ δὲ πῦρ μόνον, πυραμὶς ἂν εἴη. βέλτιον οὖν, φησὶν ὁ ἡμέτερος καθηγεμών, ἐλέγομεν ἐν τοῖς εἰς Τίμαιον [55c4 – 6] κοινὴν εἶναι προκοπὴν εἰς τὴν σφαῖραν ἑκάστου τὸ δωδεκάεδρον, διὸ καὶ ἡ γῆ καθ' ὕπαρξινδωδεκάεδρος· ἔνεστι δὲ καὶ ἡ πρόνοια τῶν δώδεκα θεῶν, οἳ ἀνάγουσιν εἰς τὸν νοῦν. καὶ μήποτε ἡ μὲν γῆ ἀφ' ἑαυτῆς ἔχει τὸ κυβικόν, τὸ δὲ ὕδωρ τὸ εἰκοσαεδρικόν, ὁ δὲ ἀὴρ τὸ ὀκταεδρικόν, τὸ δὲ πῦρ τὴν πυραμίδα· ταῦτα μὲν οὖν ἀφ' ἑαυτῶν, ἀπὸ δὲ τῶν ὑπερκοσμίων ἐνδίδοται πᾶσι τὸ δωδεκάεδρον εἰς προπαρασκευὴν τῆς νοερᾶς μεθέξεως, ὅπερ ἐστὶ τῆς σφαιρώσεως.


Damascius Phil., In Phaedonem (versio 2) (4066: 008)�“The Greek commentaries on Plato's Phaedo, vol. 2 [Damascius]”, Ed. Westerink, L.G.�Amsterdam: North–Holland, 1977.�Section 132, line 7�

……………………………………..


Φέρεται δὲ ἐνταῦθα ἱστορία, ὅτι Εὐφράνωρ Ἀθήνησι γράφων τοὺς δώδεκα θεοὺς καὶ ἀπορῶν πρὸς οἷον ἀρχέτυπον γράψει τὸν Δία παρῄει ἐν διδασκάλου καὶ ἀκούσας τῶν ἐπῶν τούτων «ἀμβρόσιαι δ' ἄρα χαῖται» καὶ τὰ ἑξῆς, ἔφη ὡς ἤδη ἔχει τὸ ἀρχέτυπον καὶ ἀπιὼν ἔγραψεν. οἱ δέ φασιν, ὅτι ἀπὸ τούτων τῶν δύο στίχων ὁρμηθεὶς Φειδίας ὁ ἀγαλματοποιὸς ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ Δία οὕτω καμπτόμενον.


Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem (4083: 001)�“Eustathii archiepiscopi Thessalonicensis commentarii ad Homeri Iliadem pertinentes, vols. 1–4”, Ed. van der Valk, M.�Leiden: Brill, 1:1971; 2:1976; 3:1979; 4:1987.�Volume 1, page 223, line 8


……………………………………..


ταχύ γ' ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ' ἂν τῶν ἁλόντων, τὸ μὴ οὐ κακῶς εἰπεῖν] ἐπειδὴ ὁ ἡττώμενος θεοῖς οὐ πολλῆς ἐστιν ἄξιος μέμψεως, ἐπεὶ μὴ ἴσος ἐστὶν αὐτοῖς. τοῦτο δὲ εἶπεν ἀντὶ τοῦ εἰ καὶ θεῶν ἦσαν ἴσοι οἱ καταψηφισάμενοι, οὐδὲ οὕτως ἀπεῖχε τῆς κατὰ τῶν ῥητόρων διαβολῆς, ἔνθα τοῖς ἁμαρτάνουσιν εὐσύγγνωστον.


Scholia In Aelium Aristidem, Scholia in Aelium Aristidem (scholia vetera) (5008: 001)


……………………………………..


ὑπάρχουσι γὰρ ἐναντίοι οἱ ἐτησίαι τοῖς εἰσπλέουσι τὸν Πόντον, ὄντες βορραῖ κατ' ἐκείνους τοὺς τόπους, ὥσπερ ἐπὶ τῆς Ἑλλάδος ἐναντίοι εἰσὶν τοῖς ζεφύροις. 531 – 32 <βωμὸν ἁλὸς ῥηγμῖνι πέρην>: ἐν δὲ τῷ πέραν, φησίν, αἰγιαλῷ τῆς Ἀσίας, διαπλεύσαντες ἐπ' αὐτόν, βωμὸν τοῖς δώδεκα θεοῖς ἐδομήσαντο. φανερὸν οὖν, ὅτι ἐν τῇ Εὐρώπῃ· καὶ γὰρ ἔτι καὶ νῦν Ἱερόν ἐστιν οὕτω καλούμενον ἐν τῷ πέραν τῆς Εὐρώπης [τῆς Ἀσιάδος]. 


Τιμοσθένης (fg 28 E. A. Wagner Die Erdbeschreibung des T., Diss. Lips. 1888, 69) 


δέ φησι τοὺς μὲν Φρίξου παῖδας βωμὸν ἱδρύσασθαι τῶν δώδεκα θεῶν, τοὺς δὲ Ἀργοναύτας τοῦ Ποσειδῶνος. Ἡρόδωρος (31 fg 47 J.) δὲ ἐπὶ τοῦ βωμοῦ φησι τεθυκέναι τοὺς Ἀργοναύτας, ἐφ' οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει. εἰσὶ δὲ οἱ δώδεκα θεοὶ οὗτοι· Ζεύς, Ποσειδῶν, Ἅιδης, Ἑρμῆς, Ἥφαιστος, Ἀπόλλων, Δημήτηρ, Ἥρα, Ἑστία, Ἄρτεμις, Ἀφροδίτη καὶ Ἀθηνᾶ.


Scholia In Apollonium Rhodium, Scholia in Apollonii Rhodii Argonautica (scholia vetera) (5012: 001)�“Scholia in Apollonium Rhodium vetera”, Ed. Wendel, K.�Berlin: Weidmann, 1935, Repr. 1974.�Page 172, line 16

�……………………………………..


<οὔτοι μὰ τοὺς δώδεκα θεούς:> τοῦτο ὁ Κλέων λέγει. ἰδὼν ὁμιλοῦντας καὶ μὴ εἰδὼς περὶ τοῦ ὁμιλοῦσι, συνωμότας αὐτοὺς καλεῖ. πικρῶς οὖν κατὰ τοῦ Κλέωνος ἐκφέρονται, ὡς τοιαῦτα αὐτοῦ συκοφαντοῦντος ἀπὸ μικρῶν καὶ εὐτελῶν προφάσεων.


Scholia In Aristophanem, Scholia in equites (scholia vetera et recentiora Triclinii) (5014: 002)�“Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes”, Ed. Jones, D.M., Wilson, N.G.�Groningen: Wolters–Noordhoff, 1969; Scholia in Aristophanem 1.2.�Argumentum-dramatis personae-scholion sch eq, section-verse 235a, line 1vet}2


……………………………………..


Εὐθὺς οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τὸ, τίς ὁ ζητῶν θεοῦ τινὸς ὄνομα, ἢ ὑγείαν, ἤ τι τοιοῦτον. καὶ νῦν οὖν ἔφη, [τίνες οἱ ζητοῦντές με, πρὸς ὃ ἐπάγει,] οἱ δώδεκα θεοί.


Scholia In Aristophanem, Scholia in aves (scholia vetera) (5014: 009)�“Scholia Graeca in Aristophanem”, Ed. Dübner, F.�Paris: Didot, 1877, Repr. 1969.�Argumentum-scholion sch av, verse 95*, line 4


……………………………………..


δʹ. Τό τε γὰρ ἀφηγηματικὸν καὶ τὸ μυθῶδες πολλὴν ὑπτιότητα παρέχει τῷ λόγῳ, ὅπερ διὰ τῆς γοργότητος ἰάσατο δεόντως, ταχέως τε ἀφ' ἑκάστου ἀπαλλαττόμενος, καὶ κομματικώτερα τὰ κῶλα ποιῶν· καὶ τῶν μερισμῶν τὰς ἀποδόσεις ἐπιταχύνων, ὡς ἐν τούτῳ· “λαβεῖν μὲν ὑπὲρ Ἁλιῤῥοθίου τοῦ υἱοῦ παρὰ Ἄρεος, δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί.”


Anonymi In Hermogenem Rhet., Commentarium in librum περὶ ἰδεῶν (5024: 020)�“Rhetores Graeci, vol. 7.2”, Ed. Walz, C.�Stuttgart: Cotta, 1834, Repr. 1968.�Volume 7, page 1064, line 22�

……………………………………..


2 <μέγαν δ' ἐλέλιξεν Ὄλυμπον:> κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· “σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον” (Θ 199). b(BCE3E4)T | Εὐφράνωρ δὲ Ἀθήνησι τοὺς δώδεκα θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον περιθείη Διΐ, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν <τούτων> ἤκουσε, κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα (cf Θ 199). T


Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) (5026: 001)�“Scholia Graeca in Homeri Iliadem (scholia vetera), vols. 1–5, 7”, Ed. Erbse, H.�Berlin: De Gruyter, 1:1969; 2:1971; 3:1974; 4:1975; 5:1977; 7:1988.�Book of Iliad 1, verse 530b, line of scholion 5�

……………………………………..


<ἐς τὸ τῶν δώδεκα>: ἀφ' οὗ οἱ δώδεκα θεοὶ ἄρχειν ἐτάχ-�θησαν, δηλονότι παυθείσης τῆς Κρόνου ἀρχῆς


Scholia In Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) (5029: 001)�“Scholia in Lucianum”, Ed. Rabe, H.�Leipzig: Teubner, 1906, Repr. 1971.�Lucianic work 21, section 26, line 2


……………………………………..


2 <βωμοὺς ἕξ:> Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διονύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος


Scholia In Pindarum, Scholia in Pindarum (scholia vetera) (5034: 001)�“Scholia vetera in Pindari carmina, 3 vols.”, Ed. Drachmann, A.B.�Leipzig: Teubner, 1:1903; 2:1910; 3:1927, Repr. 1:1969; 2:1967; 3:1966.�Ode O 5, scholion 10b, line 2�

……………………………………..


<βωμῶν ἑξάριθμον:> ἐν τοῖς ἓξ βωμοῖς δώδεκα <θεοῖς> Ἡρακλῆς ἔθυεν· περὶ ὧν εἴπαμεν. ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον. τῷ γὰρ δοκεῖν ἦσαν �Ἄκτορος καὶ Μολιόνης.


Scholia In Pindarum, Scholia in Pindarum (scholia vetera) �Ode O 10, scholion 31a, line 2�

……………………………………..


<τιμάσαις πόρον Ἀλφεοῦ:> πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν <ὡς> ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι.


Scholia In Pindarum, Scholia in Pindarum (scholia vetera) �Ode O 10, scholion 58a, line 2�

……………………………………..


2 ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ


Scholia In Pindarum, Scholia in Pindarum (scholia vetera) �Ode O 10, scholion 58c, line 2�

……………………………………..


<μετὰ δώδεκ' ἀνάκτων:> ἀντὶ τοῦ ἐν δώδεκα θεοῖς.


Scholia In Pindarum, Scholia in Pindarum (scholia vetera) �Ode O 10, scholion 59a, line 1�

……………………………………..


Ὅστις Ψαῦμις ἐν ταῖς μεγίσταις ἑορταῖς τῶν θεῶν καὶ ἐν ταῖς τῶν ἄθλων ἁμίλλαις ταῖς πεμπταμέροις, ἤγουν τοῖς διὰ πέντε ἡμερῶν γινομένοις Ὀλυμπίοις, αὔξων καὶ δοξάζων τὴν σὴν λαοτρόφον Καμαρίναν πόλιν, ὦ νύμφη, ἐν ἵπποις καὶ τετρώρῳ καὶ ἐν ἡμιόνοις καὶ ἀπήνῃ καὶ ἐν μοναμπυκίᾳ τε καὶ μονοχαλίνῳ κέλητι γέραρεν ὑπὸ βουθυσίαις τοὺς διδύμους καὶ τοὺς διπλοῦς ἓξ βωμοὺς τῶν δώδεκα θεῶν, Διὸς καὶ Ποσειδῶνος, Ἥρας καὶ Ἀθηνᾶς, Ἑρμοῦ καὶ Ἀπόλλωνος, Χαρίτων καὶ Διονύσου, Ἀρτέμιδος καὶ Ἀλφειοῦ, Κρόνου καὶ Ῥέας, ὧν δώδεκα μὲν ἀγάλματα Ἡρακλῆς, ὅτε τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐτίθει, ἐποίησεν, ἓξ δὲ βωμούς, ἵνα ἐν ἑνὶ βωμῷ δύο θεοὶ τιμῶνται, εἰς οὓς ὁ νικήσας ἐν Ὀλυμπίᾳ θυσίας προσῆγε μετὰ τὴν νίκην, ὥσπερ χάριν ἀποδιδούς. τὸ δὲ μεγίσταις ἑορταῖς θεῶν (11), ἢ τῇ μεγίστῃ ἑορτῇ τοῦ Διὸς τῇ Ὀλυμπίᾳ νοητέον· οὐκ ἔστι γὰρ μείζων ταύτης οὐδεμία ἄλλη· ἢ διὰ τοὺς δώδεκα θεοὺς τοὺς ἐκεῖ ὄντας, ὡς εἴπομεν, τοῦτο λέγε· ἡ γὰρ τοῦ Διὸς πανήγυρις καὶ ἐκείνων ἦν, ἐπειδὴ καὶ πᾶσι τούτοις θυσία προσήγετο παρὰ τῶν νικώντων. ἤρχετο δὲ ἡ πανήγυρις κατὰ τὴν ἑνδεκάτην τοῦ μηνὸς μέχρι τῆς ἑκκαιδεκάτης, ἐν ᾗ τὰ ἆθλα ἐδίδοτο.


Scholia In Pindarum, Scholia et glossae in Olympia et Pythia (scholia recentiora Triclinii, Thomae Magistri, Moschopuli, Germani) (collecta a Triclinio) (5034: 004)�“Scholia recentia in Pindari epinicia, vol. 1”, Ed. Abel, E.�Berlin: Calvary, 1891.�Ode-treatise O 5, scholion-section 8-15, line 7


……………………………………..


δώδεκα θεοῖς ἀγορᾶς ἐν καθαρῷ τεμένει,


Anthologiae Graecae Appendix, Epigrammata dedicatoria (7052: 001)�“Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3”, Ed. Cougny, E.�Paris: Didot, 1890.�Epigram 83, line 3�

……………………………………..


<Ὑγεία:> οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τό, τὶς ὁ ζητῶν, ὄνομα ἢ ὑγείαν ἤ τι τοιοῦτον. καὶ ὁ ἔποψ ἔφη· τίνες οἱ ζητοῦντες. οἱ δὲ ἔφασαν, οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε.


Suda, Lexicon (9010: 001)�“Suidae lexicon, 4 vols.”, Ed. Adler, A.�Leipzig: Teubner, 1.1:1928; 1.2:1931; 1.3:1933; 1.4:1935, Repr. 1.1:1971; 1.2:1967; 1.3:1967; 1.4:1971; Lexicographi Graeci 1.1–1.4.�Alphabetic letter upsilon, entry 22, line 3


περί του: "δεν υπήρχε ο όρος "Δώδεκα θεοί" πριν τον 19ο αιώνα"


μέρος Α΄


……………………………………..


καὶ Πεισίστρατος ὁ Ἱππίου τοῦ τυραννεύσαντος υἱός, τοῦ πάππου ἔχων τοὔνομα, ὃς τῶν δώδεκα θεῶν βωμὸν τὸν ἐν τῇ ἀγορᾷ ἄρχων ἀνέθηκε καὶ τὸν τοῦ Ἀπόλλωνος ἐν Πυθίου.

 

Thucydides Hist., Historiae (0003: 001)�“Thucydidis historiae, 2 vols.”, Ed. Jones, H.S., Powell, J.E.�Oxford: Clarendon Press, 1:1942 (1st edn. rev.); 2:1942 (2nd edn. rev.), Repr. 1:1970; 2:1967.�Book 6, chapter 54, section 6, line 6


……………………………………..


Γεγόνασι δ' Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον·


Diogenes Laertius Biogr., Vitae philosophorum (0004: 001)�“Diogenis Laertii vitae philosophorum, 2 vols.”, Ed. Long, H.S.�Oxford: Clarendon Press, 1964, Repr. 1966.�Book 9, section 17, line 2�

…………………………………..


ἀνάθημα μὲν τῆς Αἰγηίδος φυλῆς, κείμενον δὲ πρὸ τῆς Ἀνδοκίδου τότ' οὔσης οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν.


Plutarchus Biogr., Phil., Nicias (0007: 038)�“Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn.”, Ed. Ziegler, K.�Leipzig: Teubner, 1964.�Chapter 13, section 4, line 1


……………………………………..


κεῖται δ' <ἡ> εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη. ὡς δ' ἔνιοί φασι, τοῦτο εὑρέθη γεγραμμένον ’Δημοσθένης Ἀντιπάτρῳ χαίρειν’.


Plutarchus Biogr., Phil., Vitae decem oratorum [Sp.] (832b–852e) (0007: 121)�“Plutarchi moralia, vol. 5.2.1”, Ed. Mau, J.�Leipzig: Teubner, 1971.�Stephanus page 847, section A, line 8


……………………………………..


Ἕλληνας δὲ μαθεῖν παρ' Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τὸ τοὺς δώδεκα θεοὺς σέβεσθαι·


Plutarchus Biogr., Phil., De Herodoti malignitate (854e–874c) (0007: 123)�“Plutarch's moralia, vol. 11”, Ed. Pearson, L.�Cambridge, Mass.: Harvard University Press, 1965, Repr. 1970.�Stephanus page 857, section C, line 7


……………………………………..


ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.


Athenaeus Soph., Deipnosophistae (0008: 001)�“Athenaei Naucratitae deipnosophistarum libri xv, 3 vols.”, Ed. Kaibel, G.�Leipzig: Teubner, 1–2:1887; 3:1890, Repr. 1–2:1965; 3:1966.�Book 14, Kaibel paragraph 49, line 18�

……………………………………..


Ἄμφις· ἤδη ποτ' ἤκουσας βίον ἀληλεμένον; τοῦτ' ἐκεῖν' ἔστι σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος. ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.


Athenaeus Soph., Deipnosophistae (epitome) (0008: 003)�“Athenaei dipnosophistarum epitome, vols. 2.1–2.2”, Ed. Peppink, S.P.�Leiden: Brill, 2.1:1937; 2.2:1939.�Volume 2,2, page 139, line 14

�……………………………………..


λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρ' Ἄρεως, δικάσαι δ' Εὐμενίσιν καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί.


Demosthenes Orat., In Aristocratem (0014: 023)�“Demosthenis orationes, vol. 2.1”, Ed. Butcher, S.H.�Oxford: Clarendon Press, 1907, Repr. 1966.�Section 66, line 6


……………………………………..


Οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, �ὁτιὴ 'πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. �Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον; �Οὐκ ἔσθ' ὅπως οὐ Χαλκιδέας ἀφίστατον.   �Ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.


Aristophanes Comic., Equites (0019: 002)�“Aristophane, vol. 1”, Ed. Coulon, V., van Daele, M.�Paris: Les Belles Lettres, 1923, Repr. 1967 (1st edn. corr.).�Line 235


……………………………………..


Οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε.


Aristophanes Comic., Aves (0019: 006)�“Aristophane, vol. 3”, Ed. Coulon, V., van Daele, M.�Paris: Les Belles Lettres, 1928, Repr. 1967 (1st edn. corr.).�Line 95�

……………………………………..


τίς γὰρ οὐ μέμνηται τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις κατέγνω, τοῦτον φυγόντα, καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα, ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων, ἀφικόμενον καὶ ἐπὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν καταφυγόντα,


Lycurgus Orat., Oratio in Leocratem (0034: 001)�“Lycurgi oratio in Leocratem”, Ed. Conomis, N.C. (post C. Scheibe & F. Blass)�Leipzig: Teubner, 1970.�Section 93, line 5


……………………………………..


νείμασθαι δὲ δὴ καὶ τοὺς ἄνδρας δώδεκα μέρη, τὴν τῆς ἄλλης οὐσίας εἰς ἴσα ὅτι μάλιστα τὰ δώδεκα μέρη συνταξάμενον, ἀπογραφῆς πάντων γενομένης· καὶ δὴ καὶ μετὰ τοῦτο δώδεκα θεοῖς δώδεκα κλήρους θέντας, ἐπονομάσαι καὶ καθιερῶσαι τὸ λαχὸν μέρος ἑκάστῳ τῷ θεῷ, καὶ φυλὴν αὐτὴν ἐπονομάσαι.


Plato Phil., Leges (0059: 034)�“Platonis opera, vol. 5”, Ed. Burnet, J.�Oxford: Clarendon Press, 1907, Repr. 1967.�Stephanus page 745, section d, line 8


……………………………………..


ὁ μὲν γὰρ δὴ νόμος ἐρεῖ δώδεκα μὲν ἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμος ᾖ, θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας.


Plato Phil., Leges �Stephanus page 828, section c, line 1


……………………………………..


τὸν δ' οὖν Ἡρακλέα λέγουσι καταλεγόμενον ὑπὸ τοῦ Διὸς εἰς τοὺς δώδεκα θεοὺς μὴ προσδέξασθαι τὴν τιμὴν ταύτην· ἀδύνατον γὰρ ἦν τοῦτον καταλεχθῆναι μὴ πρότερον ἑνὸς τῶν δώδεκα θεῶν ἐκβληθέντος· ἄτοπον οὖν εἶναι προσδέξασθαι τιμὴν ἑτέρῳ θεῷ φέρουσαν ἀτιμίαν.


Diodorus Siculus Hist., Bibliotheca historica (lib. 1–20) (0060: 001)�“Diodori bibliotheca historica, 5 vols., 3rd edn.”, Ed. Vogel, F., Fischer, K.T. (post I. Bekker & L. Dindorf)�Leipzig: Teubner, 1:1888; 2:1890; 3:1893; 4–5:1906, Repr. 1964.�Book 4, chapter 39, section 4, line 2�

……………………………………..


τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δ' ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα· σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς. Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθ' ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι.


Diodorus Siculus Hist., Bibliotheca historica (lib. 1-20) �Book 16, chapter 92, section 5, line 6


……………………………………..


Κρίνας δ' ἐπὶ ταύτης * τοὺς ὅρους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα· τὴν δ' ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε.


Diodorus Siculus Hist., Bibliotheca historica (lib. 1-20) �Book 17, chapter 95, section 1, line 2�  

……………………………………..


Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ Ἑλλάς, ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες καὶ προστάτην αἱρούμενοι καὶ στρατηγὸν ἐπὶ τοὺς βαρβάρους, ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστιθέντες καὶ οἰκοδομοῦντές σοι νεὼς καὶ θύοντες ὡς δράκοντος υἱῷ. ἀλλ' εἰπέ μοι, ποῦ σε οἱ Μακεδόνες ἔθαψαν;


Lucianus Soph., Dialogi mortuorum (0062: 066)�“Lucian, vol. 7”, Ed. Macleod, M.D.�Cambridge, Mass.: Harvard University Press, 1961.�Dialogue 13, section 2, line 10�

……………………………………..


σέβουσι δὲ καὶ Αἰγύπτιοι ἄλλον Ἡρακλέα, οὐχ ὅνπερ Τύριοι ἢ Ἕλληνες, ἀλλὰ λέγει Ἡρόδοτος, ὅτι τῶν δώδεκα θεῶν Ἡρακλέα ἄγουσιν Αἰγύπτιοι, καθάπερ καὶ Ἀθηναῖοι Διόνυσον τὸν Διὸς καὶ Κόρης σέβουσιν, ἄλλον τοῦτον Διόνυσον· καὶ ὁ Ἴακχος ὁ μυστικὸς τούτῳ τῷ Διονύσῳ, οὐχὶ τῷ Θηβαίῳ, ἐπᾴδεται. ὡς τόν γε ἐν Ταρτησσῷ πρὸς Ἰβήρων τιμώμενον Ἡρακλέα, ἵνα καὶ στῆλαί τινες Ἡρακλέους ὠνομασμέναι εἰσι, δοκῶ ἐγὼ τὸν Τύριον εἶναι Ἡρακλέα, ὅτι Φοινίκων κτίσμα ἡ Ταρτησσὸς καὶ τῷ Φοινίκων νόμῳ ὅ τε νεὼς πεποίηται τῷ Ἡρακλεῖ τῷ ἐκεῖ καὶ αἱ θυσίαι θύονται.


Flavius Arrianus Hist., Phil., Alexandri anabasis (0074: 001)�“Flavii Arriani quae exstant omnia, vol. 1”, Ed. Roos, A.G., Wirth, G.�Leipzig: Teubner, 1967 (1st edn. corr.).�Book 2, chapter 16, section 3, line 3�

……………………………………..


Μετὰ δὲ τοὺς χοροὺς τούτους κιθαρισταί τ' ἀθρόοι καὶ αὐληταὶ πολλοὶ παρεξῄεσαν· καὶ μετ' αὐτοὺς οἵ τε τὰ θυμιατήρια κομίζοντες, ἐφ' ὧν ἀρώματα καὶ λιβανωτὸς παρ' ὅλην ὁδὸν ἐθυμιᾶτο, καὶ οἱ τὰ πομπεῖα παραφέροντες ἀργυρίου καὶ χρυσίου πεποιημένα τά τε ἱερὰ καὶ τὰ δημόσια. τελευταῖα δὲ πάντων αἱ τῶν θεῶν εἰκόνες ἐπόμπευον ὤμοις ὑπ' ἀνδρῶν φερόμεναι, μορφάς θ' ὁμοίας παρέχουσαι ταῖς παρ' Ἕλλησι πλαττομέναις καὶ σκευὰς καὶ σύμβολα καὶ δωρεάς, ὧν εὑρεταὶ καὶ δοτῆρες ἀνθρώποις ἕκαστοι παραδίδονται, οὐ μόνον Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς καὶ Ποσειδῶνος καὶ τῶν ἄλλων, οὓς Ἕλληνες ἐν τοῖς δώδεκα θεοῖς καταριθμοῦσιν, ἀλλὰ καὶ τῶν προγενεστέρων, ἐξ ὧν οἱ δώδεκα θεοὶ μυθολογοῦνται γενέσθαι, Κρόνου καὶ Ῥέας καὶ Θέμιδος καὶ Λητοῦς καὶ Μοιρῶν καὶ Μνημοσύνης καὶ τῶν ἄλλων ἁπάντων, ὅσων ἐστὶν ἱερὰ καὶ τεμένη παρ' Ἕλλησι·


Dionysius Halicarnassensis Hist., Rhet., Antiquitates Romanae (0081: 001)�“Dionysii Halicarnasei antiquitatum Romanarum quae supersunt, 4 vols.”, Ed. Jacoby, K.�Leipzig: Teubner, 1:1885; 2:1888; 3:1891; 4:1905, Repr. 1967.�Book 7, chapter 72, section 13, line 12


……………………………………..


πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δ' ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δ' ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος δι' αὑτοῦ τὰ αὐτῶν.


Dionysius Halicarnassensis Hist., Rhet., De Demosthenis dictione (0081: 006)�“Dionysii Halicarnasei quae exstant, vol. 5”, Ed. Usener, H., Radermacher, L.�Leipzig: Teubner, 1899, Repr. 1965.�Section 7, line 42

’Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων �

……………………………………..


ἐπὶ δὲ τῷ Λεκτῷ βωμὸς τῶν δώδεκα θεῶν δείκνυται, καλοῦσι δ' Ἀγαμέμνονος ἵδρυμα· ἐν ἐπόψει δὲ τῷ Ἰλίῳ ἐστὶ τὰ χωρία ταῦτα, ὡς ἐν διακοσίοις σταδίοις ἢ μικρῷ πλείοσιν· ὡς δ' αὕτως καὶ τὰ περὶ Ἄβυδον ἐκ θατέρου μέρους, μικρὸν δ' ὅμως ἐγγυτέρω ἡ Ἄβυδος.


Strabo Geogr., Geographica (0099: 001)�“Strabonis geographica, 3 vols.”, Ed. Meineke, A.�Leipzig: Teubner, 1877, Repr. 1969.�Book 13, chapter 1, section 48, line 35


……………………………………..


, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτ' Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου λευκοῦ, στάδιοι δ' ἐπ' αὐτὴν τετταράκοντα·


Strabo Geogr., Geographica �Book 13, chapter 3, section 5, line 20


……………………………………..


ταχύ γ' ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ' ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν.


Aelius Aristides Rhet., Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων (0284: 046)�“Aristides, vol. 2”, Ed. Dindorf, W.�Leipzig: Reimer, 1829, Repr. 1964.�Jebb page 252, line 23


……………………………………..


ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθ' οἱ λόγοι μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα, ἀλλὰ τοιοῦτον ὥσθ' ὅ γ' Αἰσχίνης φησὶ περὶ αὐτοῦ ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε.


Aelius Aristides Rhet., Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων �Jebb page 285, line 25


……………………………………..


ὦ Διοσκόρω, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ' ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ.


Amphis Comic., Fragmenta (0404: 001)�“Comicorum Atticorum fragmenta, vol. 2”, Ed. Kock, T.�Leipzig: Teubner, 1884.�Fragment 9, line 5�

……………………………………..


ὦ Διοσκόρω, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ' ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ.  


Amphis Comic., Fragmenta (0404: 002)�“Fragmenta comicorum Graecorum, vol. 3”, Ed. Meineke, A.�Berlin: Reimer, 1840, Repr. 1970.�Play Gynaikom, fragment 1, line 5� 

……………………………………..


βαβαί, βαβαί. ἅ γ' εἴ τις εἰς τὸ φῶς ἄγοι, σάφ' ἴσθι, τῶν δώδεκα θεῶν δέοιντ' ἂν εἰς σωτηρίαν.


Comica Adespota (CAF), Fragmenta incertorum poetarum (0408: 001)�“Comicorum Atticorum fragmenta, vol. 3”, Ed. Kock, T.�Leipzig: Teubner, 1888.�Fragment 369, line 2�

……………………………………..


(39, 1) πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνεβάλετ' αὐτῶι καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας. τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασαμένων τῶι Φειδίαι τινὲς διδαχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τὸν τῶν <δώδεκα> θεῶν βωμόν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους. (2) διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν.


Ephorus Hist., Fragmenta (0536: 003)�“FGrH #70”.�Volume-Jacobyʹ-F 2a,70,F, fragment 196, line 23


……………………………………..


III 1085: ὅτι δὲ Προμηθέως υἱὸς Δευκαλίων �ἐβασίλευσε Θεσσαλίας Ἑλλάνικός φησι· καὶ ὅτι δώδεκα θεῶν βωμὸν ἱδρύσατο.


Hellanicus Hist., Fragmenta (0539: 002)�“FGrH #4, #323a, #601a, #608a, #645a, #687a”.�Volume-Jacobyʹ-F 1a,4,F, fragment 6b, line 2

 

……………………………………..


ὅς]ους Ὀδυσσεὺς ἦλθεν εἰς Τροίαν ἔχων, �βο]ῶν ἀπειλῶν· “ἄν σε μή, μαστιγία –  �[.....π]έπρακας πλεὸν ἔχοντι χρυσ̣ί̣ο̣[ν �[....]..τι[ ]...πωλῶ; μὰ τοὺς δώδεκα θεούς, �[....]όμενος διὰ τοῦτον. ἣ μί' ἐλάμβανεν �ὅσον οὐχ]ὶ δέκα, τρεῖς μνᾶς ἑκάστης ἡμέρας �παρὰ τοῦ] ξένου. δέδοικα δ' οὕτω λαμβάνειν·


Menander Comic., Colax (0541: 019)�“Menandri reliquiae selectae”, Ed. Sandbach, F.H.�Oxford: Clarendon Press, 1972.�Line 127


……………………………………..


ἄκουε δή νυν, Παρμένων· �ἐγώ σε μαστιγοῦν, μὰ τοὺς δώδεκα θεούς, �οὐ βούλομαι διὰ πολλά.


Menander Comic., Samia (0541: 029)�“Menandri reliquiae selectae”, Ed. Sandbach, F.H.�Oxford: Clarendon Press, 1972.�Line 306�

……………………………………..


ὅς]ο̣υ[ς] Ὀδυσσεὺς ἦλθεν εἰς Τροίαν ἔχω[ν, �βο]ῶν, ἀπειλῶν· ‘ἄν σε μή, μαστιγία· �..... π]έπρακας πλέον ἔχοντι χρυσί̣ο̣[ν.’ �....]..τι[.]α̣ρ̣α̣ πωλῶ; μὰ τοὺς δώδεκα θεούς, �οὐ..]όμ[ε]νο[ς] διὰ τοῦτον. ἡ μία λαμβάνει̣ �ὅσον οὐχ]ὶ̣ δέκα, τρεῖς μνᾶς ἑκάστης ἡμέρας �παρὰ τοῦ] ξένου. δέδοικα δ' οὕτω λαμβάνειν.


Menander Comic., Fragmenta (0541: 037)�“Comicorum Graecorum fragmenta in papyris reperta”, Ed. Austin, C.�Berlin: De Gruyter, 1973.�Fragment 163, line 132


……………………………………..


ἄρχει δὲ τοῦ στόματος ἀπὸ μὲν τῆς Προποντίδος τὸ κατὰ Καλχηδόνα διάστημα καὶ Βυζάντιον, ὃ δεκατεττάρων ἐστὶ σταδίων, ἀπὸ δὲ τοῦ Πόντου τὸ καλούμενον Ἱερόν, ἐφ' οὗ τόπου φασὶ κατὰ τὴν ἐκ Κόλχων ἀνακομιδὴν Ἰάσονα θῦσαι πρῶτον τοῖς δώδεκα θεοῖς·


Polybius Hist., Historiae (0543: 001)�“Polybii historiae, vols. 1–4”, Ed. Büttner–Wobst, T.�Leipzig: Teubner, 1:1905; 2:1889; 3:1893; 4:1904, Repr. 1:1962; 2–3:1965; 4:1967.�Book 4, chapter 39, section 6, line 4


……………………………………..


ἐξέπεσε γὰρ καὶ οὗτος ἐπὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς λέγων, καὶ ταύτην ἀπολογίαν προεφέρετο, ὅτι κατεπλάγη τὸ ἀξίωμα τοῦ συνεδρίου. πικρότατα οὖν ἀπήντησε καὶ ἑτοιμότατα πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὁ Δημοχάρης εἰπὼν ‘ὦ Θεόφραστε, Ἀθηναῖοι ἦσαν ἀλλ' οὐχ οἱ δώδεκα θεοὶ οἱ δικάζοντες.’


Claudius Aelianus Soph., Varia historia (0545: 002)�“Claudii Aeliani de natura animalium libri xvii, varia historia, epistolae, fragmenta, vol. 2”, Ed. Hercher, R.�Leipzig: Teubner, 1866, Repr. 1971.�Book 8, section 12, line 18


……………………………………..


Κέκροψ δὲ γήμας τὴν Ἀκταίου κόρην Ἄγραυλον παῖδα μὲν ἔσχεν Ἐρυσίχθονα, ὃς ἄτεκνος μετήλλαξε, θυγατέρας δὲ Ἄγραυλον Ἕρσην Πάνδροσον. Ἀγραύλου μὲν οὖν καὶ Ἄρεος Ἀλκίππη γίνεται. ταύτην βιαζόμενος Ἁλιρρόθιος, ὁ Ποσειδῶνος καὶ νύμφης Εὐρύτης, ὑπὸ Ἄρεος φωραθεὶς κτείνεται. Ποσειδῶν δὲ ἐν Ἀρείῳ πάγῳ κρίνεται δικαζόντων τῶν δώδεκα θεῶν Ἄρει, καὶ ἀπολύεται.


Pseudo-Apollodorus Myth., Bibliotheca (sub nomine Apollodori) �Chapter 3, section 180, line 7�� ……………………………………..


καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατ' Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρ' ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ τοὺς δώδεκα θεούς».


Hermogenes Rhet., Περὶ ἰδεῶν λόγου (0592: 004)�“Hermogenis opera”, Ed. Rabe, H.�Leipzig: Teubner, 1913, Repr. 1969.�Chapter 2, section 4, line 11


……………………………………..


Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἓξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ‘ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομπὴν ὅπλοις κεκοσμημένην’. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρ' αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κατέστησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα·


Polyaenus Rhet., Strategemata (0616: 001)�“Polyaeni strategematon libri viii”, Ed. Woelfflin, E., Melber, J.�Leipzig: Teubner, 1887, Repr. 1970.�Book 5, chapter 5, section 2, line 4


……………………………………..


 (17) γεγόνασι δ' Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως· ‘εἶπέ τις ... βαλεῖ’ [epigr. 2 Wil.]· τέταρτος Λέσβιος ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος ἀπὸ κιθαρωιδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.


Heraclitus Phil., Testimonia (0626: 001)�“Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn.”, Ed. Diels, H., Kranz, W.Berlin: Weidmann, 1951, Repr. 1966.�Fragment 1, line 110


……………………………………..


τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασιλέως σοι διεπεμψάμην, ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ ἐπιστέλλειν αὐτῷ ἔγνωκα, βούλομαί σε εἰδέναι. πλεῖν μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳκισμένην βασιλείαν οὖσαν, μὰ τοὺς δώδεκα θεούς, οὐδὲ ἐνθυμοῦμαι.


Alciphron Rhet., Soph., Epistulae (0640: 001)�“Alciphronis rhetoris epistularum libri iv”, Ed. Schepers, M.A.�Leipzig: Teubner, 1905, Repr. 1969.�Book 4, epistle 18, section 8, line 3


……………………………………..


μὰ τοὺς δώδεκα θεοὺς


Comica Adespota (Suppl. Com.), Fragmenta incertae comoediae (0659: 003)�“Supplementum comicum”, Ed. Demian/czuk, J.�Krakau: Nakl̸adem Akademii, 1912, Repr. 1967.�Fragment 39, line 9


……………………………………..


ἔπειτα πρὸς ἄνθρωπον (sc. Alcibiadem) ἐγίγνονθ' οἱ λόγοι (sc. Platonis in Alcibiade I) – τοιοῦτον, ὥσθ' ὅ γ' <Αἰσχίνης φησὶ> περὶ αὐτοῦ, ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν.  


Aeschines Socraticus Phil., Fragmenta (0673: 001)�“Aischines von Sphettos. Studien zur Literaturgeschichte der Sokratiker”, Ed. Dittmar, H.�Berlin: Weidmann, 1912; Philologische Untersuchungen, vol. 21.�Fragment 5, line 3�

……………………………………..


γε[ί]ν̣εται δ' ἄκρα καὶ εἰς τὸν̣ ἐλάχιστον μεταβ̣αίνει χρόνον. v. εἰ δὲ ἀ[ν]είεται, πρὸς ὑγεῖαν [ἄ]γ̣ει τὸ ζῷον. v. τί οὖν, [π]ρὸς τῶν δώδεκα θεῶ̣ν, ἐνταῦθα δεινόν; ἢ̣ τί δίκαιον ἔνκλημα ἐπ̣ενενκεῖν ἔχομεν


Diogenes Phil., Fragmenta (1321: 011)�“Diogenes of Oenoanda: the Epicurean inscription”, Ed. Smith, M.F.�Naples: Bibliopolis, 1993.�Fragment 47, column col3, line 9�

……………………………………..


Ἡρόδωρός  φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. <Ἄλλως·> Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος, δεύτερος Ἥρας καὶ Ἀθηνᾶς, τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος, τέταρτος Χαρίτων καὶ Διονύσου, πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ἕκτος Κρόνου καὶ Ῥέας, ὥς φησιν Ἡρόδωρος.


Herodorus Hist., Fragmenta (1427: 003)�“FHG 2”, Ed. Müller, K.�Paris: Didot, 1841–1870.�Fragment 29, line 3


……………………………………..


Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. Τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα.


Flavius Claudius Julianus Imperator Phil., Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον (2003: 011)�“L'empereur Julien. Oeuvres complètes, vol. 2.2”, Ed. Lacombrade, C.�Paris: Les Belles Lettres, 1964.�Section 29, line 5�


Οι πηγές είναι απο το προφίλ του 

"Γνώναι ιέναι" στο facebook.


https://www.facebook.com/gnonai

HOAX - Η ΑΠΑΤΗ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΓΙΑ ΤΙΣ ΔΗΘΕΝ ΑΡΧΑΙΟΕΛΛΗΝΙΚΕΣ ΠΡΟΦΗΤΕΙΕΣ ΓΙΑ ΤΟΝ ΧΡΙΣΤΟ

Βλέπουμε τα τελευταία χρόνια μία προσπάθεια απο Χριστιανικά site και συγγραφείς να συνδέσουν την αρχαία Ελλάδα με τον Χριστιανισμό.Επικαλούν...